2013-08-14



Some beautiful verses kick off this week in Greek Isaiah in a Year:

Remember this, Jacob, and Israel, for thou art my servant; I formed thee for my servant, and thou, Israel, forget not me. For behold, I have blotted out thy transgressions as a cloud, and thy sins as darkness; turn thou to me, and I will redeem thee.

This week and next week in Greek Isaiah in a Year will cover Isaiah 44:21-46:13. Here are the readings for each day:

08/12/13   Isa 44:21–24

08/13/13   Isa 44:25–28

08/14/13   Isa 45:1–4

08/15/13   Isa 45:5-9

08/16/13   Isa 45:10-13

08/19/13   Isa 45:14–19

08/20/13   Isa 45:20–22

08/21/13   Isa 45:23–25

08/22/13   Isa 46:1–6

08/23/13   Isa 46:7–13

Below is the text from R.R. Ottley’s Book of Isaiah According to the Septuagint, first in Greek, then with his English translation. Ottley is also here in Logos (reviewed here) and here as a free, downloadable pdf in the public domain. The full reading plan for our group is here (pdf).

See here for more resources and links to texts for Greek Isaiah.

21 Μνήσθητι ταῦτα, Ἰακὼβ καὶ Ἰσραήλ, ὅτι παῖς μου εἶ σύ· ἔπλασά σε παῖδά μου, καὶ σύ, Ἰσραήλ, μὴ ἐπιλανθάνου μου. 22 ἰδοὺ γὰρ ἀπήλειψα ὡς νεφέλην τὰς ἀνομίας σου, καὶ ὡς γνόφον τὰς ἁμαρτίας σου· ἐπιστράφητι πρὸς μέ, καὶ λυτρώσομαί σε. 23 εὐφράνθητε, οὐρανοί, ὅτι ἠλέησεν ὁ θεὸς τὸν Ἰσραήλ· σαλπίσατε, θεμέλια τῆς γῆς, βοήσατε ὄρη εὐφροσύνην, οἱ βουνοὶ καὶ πάντα τὰ ξύλα τὰ ἐν αὐτοῖς, ὅτι ἠλέησεν ὁ θεὸς τὸν Ἰακώβ, καὶ Ἰσραὴλ δοξασθήσεται. 24 Οὕτως λέγει Κύριος ὁ λυτρώμενός σε καὶ πλάσσων σε ἐκ κοιλίας Ἐγὼ Κύριος ὁ συντελῶν ταῦτα, ἐξέτεινα τὸν οὐρανὸν μόνος, καὶ ἐστερέωσα τὴν γῆν. 25 τίς ἕτερος διεσκέδασεν σημεῖα ἐγγαστριμύθων καὶ μαντίας ἀπὸ καρδίας, ἀποστρέφων φρονίμους εἰς τὰ ὀπίσω καὶ τὴν βουλὴν αὐτῶν μωρεύων, 26 καὶ ἱστῶν ῥήματα παίδων αὐτοῦ, καὶ τὴν βουλὴν τῶν ἀγγέλων αὐτοῦ ἀληθεύων; ὁ λέγων Ἰερουσαλήμ Κατοικηθήσῃ, καὶ ταῖς πόλεσιν τῆς Ἰουδαίας Οἰκοδομηθήσεσθε, καὶ τὰ ἔρημα αὐτῆς ἀνατελεῖ· 27 ὁ λέγων τῇ ἀβύσσῳ Ἐρημωθήσῃ, καὶ τοὺς ποταμούς σου ξηρανῶ· 28 ὁ λέγων Κύρῳ φρονεῖν, καὶ Πάντα τὰ θελήματά μου ποίησει· ὁ λέγων Ἰερουσαλήμ Οἰκοδομηθήσῃ, καὶ τὸν οἶκον τὸν ἅγιόν μου θεμελιώσω.

45 1 Οὕτως λέγει Κύριος ὁ θεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς, ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαρρήξω, ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας, καὶ πόλεις οὐ συγκλεισθήσονται 2 Ἐγὼ ἔμπροσθεν αὐτοῦ πορεύσομαι καὶ ὄρη ὁμαλιῶ, θύρας χαλκᾶς συντρίψω καὶ μοχλοὺς σιδηροῦς συγκλάσω, 3 καὶ δώσω σοι θησαυροὺς σκοτινοὺς ἀποκρύφους, <ἀοράτους> ἀνοίξω σοι, ἵνα γνώσῃ ὅτι ἐγὼ Κύριος ὁ θεὸς ὁ καλῶν τὸ ὄνομά σου, θεὸς Ἰσραήλ. 4 ἕνεκεν Ἰακὼβ τοῦ παιδός μου καὶ Ἰσραὴλ τοῦ ἐκλεκτοῦ μου ἐγὼ καλέσω σε τῷ ὀνόματί μου καὶ προσδέξομαί σε· σὺ δὲ οὐκ ἔγνως με. 5 ὅτι ἐγὼ Κύριος ὁ θεός, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ θεός· καὶ οὐκ ᾔδεισαν με, 6 ἵνα γνὡσιν οἱ ἀπὸ ἀνατολῶν ἡλίου καὶ οἱ ἀπὸ δυσμῶν ὅτι οὐκ ἔστιν πλὴν ἐμοῦ, καὶ ὅτι ἐγὼ Κύριος ὁ θεός, καὶ οὐκ ἔστιν ἔτι, 7 ἐγὼ ὁ κατασκευάσας φῶς καὶ ποιήσας σκότος, ὁ ποιῶν εἰρήνην καὶ κτίζων κακά· ἐγὼ Κύριος ὁ θεὸς ὁ ποιῶν ταῦτα πάντα. 8 εὐφρανθήτω ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι ῥαινέτωσαν δικαιοσύνην· ἀνατειλάτω ἡ γῆ καὶ βλαστησάτω ἔλεος, καὶ δικαιοσύνη ἀνατειλάτω ἅμα· ἐγῶ εἰμι Κύριος ὁ κτίσας σε. 9 Ποῖον βέλτιον κατεσκεύασα ὡς πηλὸν κεραμέως; μὴ ὁ ἀροτριῶν ἀροτριάσει τὴν γῆν; μὴ ἐρεῖ ὁ πηλὸς τῷ κεραμεῖ Τί ποιεῖς, ὅτι οὐκ ἐργάζῃ οὐδὲ ἔχεις χεῖρας; 10 ὁ λέγων τῷ πατρί Τί γεννήσεις; καὶ τῇ μητρί Τί ὠδινήσεις; 11 ὅτι οὕτως λέγει Κύριος ὁ θεὸς ὁ ἅγιος Ἰσραὴλ ὁ ποιήσας τὰ ἐπερχόμενα Ἐρωτήσατέ με περὶ τῶν υἱῶν μου καὶ περὶ τῶν θυγατέρων μου, καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου ἐντείλασθέ μοι. 12 ἐγὼ ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπʼ αὐτῆς, ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν, ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην. 13 ἐγὼ ἤγειρα αὐτὸν μετὰ δικαιοσύνης, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι· αὐτὸς οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει, οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων, εἶπεν Κύριος σαβαώθ. 14 Οὕτως λέγει Κύριος σαβαώθ Ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σεβωεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καὶ σοὶ ἔσονται δοῦλοι καὶ ὀπίσω σου ἀκολουθήσουσιν δεδεμένοι χειροπέδαις, καὶ προσκυνήσουσίν σοι, καὶ ἐν σοὶ προσεύξονται· ὅτι ἐν σοὶ ὁ θεός ἐστιν, καὶ ἐροῦσιν Οὐκ ἔστιν ὁ θεὸς πλὴν σοῦ. 15 σὺ γὰρ εἶ θεός, καὶ οὐκ ᾔδειμεν, ὁ θεὸς τοῦ Ἰσραὴλ σωτήρ. 16 αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πορεύσονται ἐν αἰσχύνῃ. ἐγκαινίζεσθε πρὸς μέ, νῆσοι. 17 Ἰσραὴλ σώζεται ὑπὸ Κυρίου σωτηρίαν αἰώνιον· οὐκ αἰσχυνθήσονται οὐδὲ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος. 18 Οὕτως λέγει Κύριος ὁ ποιήσας τὸν οὐρανόν, οὗτος ὁ θεὸς ὁ καταδείξας τὴν γῆν καὶ ποιήσας αὐτήν, αὐτὸς διώρισεν αὐτήν, οὐκ εἰς κενὸν ἐποίησεν αὐτήν, ἀλλὰ κατοικεῖσθαι, Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἔτι. 19 οὐκ ἐν κρυφῇ λελάληκα οὐδὲ ἐν τόπῳ γῆς σκοτινῷ· οὐκ εἶπα τῷ σπέρματι Ἰακώβ Μάταιον ζητήσατε· ἐγώ εἰμι ἐγώ εἰμι λαλῶν δικαιοσύνην καὶ ἀναγγέλλων ἀλλήθειαν. 20 συνάχθητε καὶ ἥκετε, βουλεύσασθε ἅμα, οἱ σωζόμενοι ἀπὸ τῶν ἐθνῶν. οὐκ ἔγνωσαν οἱ αἴροντες τὸ ξύλον γλύμμα αὐτῶν, καὶ προσευχόμενοι ὡς πρὸς θεοὺς οἳ οὐ σώζουσιν. 21 εἰ ἀναγγέλλουσιν, ἐγγισάτωσαν, ἵνα γνῶμεν ἅμα τίς ἀκουστὰ ἐποίησεν ταῦτα ἀπʼ ἀρχῆς· τότε ἀνηγγέλη ὑμῖν Ἐγὼ ὁ θεός, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ, δίκαιος καὶ σωτήρ, οὐκ ἔστιν παρὲξ ἐμοῦ. 22 ἐπιστράφητε πρός με καὶ σωθήσεσθε, οἱ ἀπʼ ἐσχάτου τῆς γῆς· ἐγώ εἰμι ὁ θεός, καὶ οὐκ ἔστιν ἄλλος [πλὴν ἐμοῦ, δίκαιος καὶ σωτήρ, οὐκ ἔστιν παρὲξ ἐμοῦ]. 23 κατʼ ἐμαυτοῦ ὀμνύω, εἰ μὴν ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη, οἱ λόγοι μου οὐκ ἀποστραφήσονται, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ ἐξομολογήσεται πᾶσα γλῶσσα τῷ θεῷ, 24 λέγων Δικαιοσύνη καὶ δόξα πρὸς αὐτὸν ἥξουσιν, καὶ αἰσχυνθήσονται πάντες οἱ ἀφορίζοντες αὐτούς· 25 ἀπὸ Κυρίου δικαιωθήσονται, καὶ ἐν τῷ θεῷ ἐνδοξασθήσονται καὶ πᾶν τὸ σπέρμα τῶν υἱῶν Ἰσραήλ.

46 1 Ἔπεσε Βήλ, συνετρίβη Δαγών, ἐγένετο τὰ γλυπτὰ αὐτῶν εἰς θηρία καὶ κτήνη· αἴρετε αὐτὰ καταδεδεμένα ὡς φορτίον κοπιῶντι, 2 καὶ πεινῶντι καὶ ἐκλελυμένῳ, οὐκ ἰσχύοντι ἅμα, οἳ οὐ μὴ δύνωνται σωθῆναι ἀπὸ πολέμου, αὐτοὶ δὲ αἰχμάλωτοι ἤχθησαν. 3 Ἀκούσατέ μου, οἶκος τοῦ Ἰακώβ, καὶ πᾶν τὸ κατάλοιπον τοῦ Ἰσραήλ, οἱ αἰρόμενοι ἐκ κοιλίας καὶ παιδευόμενοι ἀπὸ παιδίου· 4 ἕως γήρους ἐγώ εἰμι, καὶ ἕως ἂν καταγηράσητε ἐγώ εἰμι, ἐγὼ ἀνέχομαι ὑμῶν, ἐγὼ ἐποίησα καὶ ἐγὼ ἀνήσω, ἐγὼ ἀναλήμψομαι καὶ σώσω ὑμᾶς. 5 τίνι με ὡμοιώσατε; ἴδετε, τεχνάσασθε, οἱ πλανώμενοι, 6 οἱ συμβαλλόμενοι χρυσίον ἐκ μαρσίππου καὶ ἀργύριον ἐν ζυγῷ· στήσουσιν ἐν σταθμῷ καὶ μισθωσάμενοι χρυσοχόον ἐποίησαν χειροποίητα, καὶ κύψαντες προσκυνοῦσιν αὐτό. 7 αἴρουσιν αὐτὸ ἐπὶ τῶν ὤμων καὶ πορεύονται· ἐὰν θῶσιν αὐτό, ἐπὶ τοῦ τόπου αὐτοῦ μένει, οὐ μὴ κινηθῇ· καὶ ὃς ἂν βοήσῃ πρὸ αὐτόν, οὐ μὴ ἀκούσῃ, ἀπὸ κακῶν οὐ μὴ σώσει αὐτόν. 8 Μνήσθητε ταῦτα καὶ στενάξατε, μετανοήσατε, οἱ πεπλανημένοι, ἐπιστρέψατε τῇ καρδίᾳ, 9 καὶ μνήσθητε τὰ πρότερα ἀπὸ τοῦ αἰῶνος, ὅτι ἐγώ εἰμι ὁ θεὸς καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ, 10 ἀναγγέλλων πρότερον τὰ ἔσχατα πρὶν αὐτὰ γενέσθι, καὶ ἅμα συνετελέσθη· καὶ εἶπα Πᾶσά μου ἡ βουλὴ στήσεται, καὶ πάντα ὅσα βεβούλευμαι ποιήσω· 11 καλῶν ἀπʼ ἀνατολῶν πετεινὸν καὶ ἀπὸ γῆς πόρρωθεν περὶ ὧν βεβούλευμαι, ἐλάλησα καὶ ἤγαγον, ἔκτισα καὶ ἐποίησα, ἤγαγον αὐτὸν καὶ εὐόδωσα τὴν ὁδὸν αὐτοῦ. 12 ἀκούσατέ μου, οἱ ἀπολωλεκότες τὴν καρδίαν, οἱ μακρὰν ἀπὸ τῆς δικαιοσύνης. 13 ἤγγισα τὴν δικαιοσύνην μου, καὶ τὴν σωτηρίαν τὴν παρʼ ἐμοῦ οὐ βραδυνῶ. δέδωκα ἐν Σιὼν σωτηρίαν τῷ Ἰσραὴλ εἰς δόξασμα.

21 Remember this, Jacob, and Israel, for thou art my servant; I formed thee for my servant, and thou, Israel, forget not me.

22 For behold, I have blotted out thy transgressions as a cloud, and thy sins as darkness; turn thou to me, and I will redeem thee.

23 Rejoice, ye heavens, for God hath had mercy upon Israel: sound the trumpet, ye foundations of the earth; shout, ye mountains, in joy, ye hills, and all the trees upon them; for the Lord hath had mercy on Jacob, and Israel shall be glorified.

24 Thus saith the Lord, that redeemeth thee, and formeth thee from the womb, I am the Lord, that accomplish this; I alone stretched out the heaven, and established the earth.

25 Who else scattered the signs of ventriloquists, and divinations from the heart? turning wise men backward, and making foolish their counsel?

26 And establishing the words of his servants, and making true the counsel of his messengers? he that saith to Jerusalem, Thou shalt be inhabited, and to the cities of Judah, Ye shall be built; and her desolate places shall arise:

27 That saith to the deep, Thou shalt be made desolate, and I will dry up thy rivers:

28 That biddeth Cyrus be wise, and saith, He shall perform all my desires; that saith to Jerusalem, Thou shalt be built, and I will lay the foundation of my holy house.

45 1 Thus saith the Lord God to my anointed, Cyrus, on whose right hand I have taken hold, for nations to submit before him; and I will shatter the strength of kings, I will open doors before him, and cities shall not be shut:

2 I will go before him, and will level mountains, will break down doors of brass, and will snap asunder bolts of iron:

3 And I will give thee treasures of darkness, I will open to thee hidden treasures unseen, that thou mayest learn that I am the Lord that call thy name, the God of Israel.

4 For my servant Jacob’s sake, and Israel’s, whom I have chosen, I will call thee by thy name, and will receive thee; but thou knewest not me.

5 For I am the Lord God, and there is no other God beside me; and they knew me not.

6 That they from the rising of the sun, and they from the going down thereof may learn, that there is none beside me; and that I am the Lord God, and there is none other,

7 I, that establish light, and make darkness, that make peace, and create evils: I am the Lord God that doeth all these things.

8 Let the heaven from above rejoice, and let the clouds shower down righteousness: let the earth bring forth and make mercy to spring up, and let righteousness spring up together. I am the Lord that created thee.

9 What better things have I set up, as clay of the potter? shall the ploughman plough the earth? shall the clay say to the potter, What doest thou, for thou workest not, neither hast hands?

10 He that saith to the father, What wilt thou beget? or to the mother, Wherewith wilt thou travail?

11 For thus saith the Lord God, the Holy One of Israel, that maketh the things to come; Ask ye me concerning my sons and concerning my daughters, and concerning the works of my hands give me a charge.

12 I made the earth, and man upon it; I with my hand established the heaven, I commanded all the stars.

13 I raised him up with righteousness, and all his ways shall bestraight; he shall build my city, and shall turn the captivity of my people, not with ransom, nor with gifts, saith the Lord of Hosts.

14 Thus saith the Lord of Hosts, Egypt is weary, and the merchandise of the Ethiopians: and the men of Saba, men of lofty stature, shall pass over unto thee, and shall be slaves unto thee, and shall follow behind thee, bound with manacles, and worship before thee, and in thee shall they pray: for in thee is God, and they shall say, There is no God beside thee.

15 For thou art God, and we knew it not, O God of Israel, Saviour.

16 All they that resist him shall be ashamed, and turned backward, and shall walk in shame. Be ye made new toward me, ye isles.

17 Israel is being saved by the Lord with an everlasting salvation; they shall not be ashamed, nor be turned backward for ever.

18 Thus saith the Lord, that made the heaven:—he is the God that showed forth the earth and made it, he himself set its bounds; he made it not for a void, but to be inhabited: I am, and there is none beside.

19 I have not spoken in secret, nor in a dark place of the earth; I said not to the seed of Jacob, Seek ye a vain thing; I am, I am one that speaketh righteousness, and declareth truth.

20 Be gathered together, and come ye, take counsel together, ye that are being saved from among the nations. They had not learnt, they that lift up the wood, their graving, and pray as to gods that save not.

21 If they do declare it, let them draw near, that they may learn together, who made these things to be heard, from the beginning: then was it declared unto you, I am God, and there is none other but me; righteous and a saviour, there is none except me.

22 Turn ye to me, and ye shall be saved, ye that are from the end of the earth; I am God, and there is none other.

23 By myself I swear, that righteousness shall go forth from my mouth; my words shall not be turned back; that unto me shall every knee bow, and every tongue shall swear by God,

24 Saying, Righteousness and glory shall come unto him, and all they that separate themselves shall be ashamed.

25 From the Lord shall men be justified, and in God shall all the seed of the children of Israel be glorified.

46 1Fallen is Bel, crushed into pieces is Dagon: their graven images were for wild beasts, and beasts of burden; lift them up bound as a load for one that is weary and hungry,

2 And enfeebled, without strength also; who shall not be able to be saved from war, but themselves were led captive.

3 Hear ye me, house of Jacob, and all the remnant of Israel, that are carried from the womb, and reared up from a child.

4 Until old age I am, and until ye grow old, I am; I bear with you, I made you, and I will let you go free, I will take you up, and will save you.

5 To whom have ye likened me? See ye, deal cunningly, ye that are led astray:

6 Ye that contribute gold out of a bag, and silver by balance: they will set it in a scale, and when they have hired a goldsmith, they make works of their hands, and bow down, and worship them.

7 They lift it upon the shoulders, and walk; and if they set it down, it remaineth in his place, it shall not stir; and whosoever calleth unto him, he shall not hear, he shall not save him from evils.

8 Remember this, and lament; repent, ye that have gone astray, turn with your heart.

9 And remember the former things from eternity; for I am God, and there is none beside me:

10 Declaring the last things before they come to pass, and therewith they are fulfilled; and I said, All my counsel shall stand, and all that I have counselled will I do.

11 Calling a fowl of the air from the East, and from a land afar off them concerning whom I have counselled; I spake, and led him, I created and made, I led him, and made his way plain:

12 Hearken to me, ye that have lost your heart, ye that are far from righteousness.

13 I have brought near my righteousness, and the salvation that cometh from me will I not delay: I have given salvation in Zion to Israel for a glorifying.

Filed under: Bible, Greek, Old Testament, Septuagint, Septuagint Sundays Tagged: Bible, Greek, Old Testament, Septuagint, Septuagint Sundays

Show more